The Church’s One Foundation in Anacreontic verse

Ἐκκλησίας Ἰησοῦς
Χριστὸς θέμεθλα μοῦνα.
νέαν νιν ἔκτισ᾽ αὐτός,
ὕδωρ λόγον τ᾽ ἐνεγκών
νύμφην γὰρ ἦλθ᾽ ἄνωθεν
ἁγνὴν πλάσων ἑαυτῷ.
τὸ δ᾽αἷμ᾽ ἔδωκε λύτρον,
αὐτῆς δ᾽ ἕκατι θνήσκει.

ἐθνῶν μὲν ἐξ ἁπάντων,
ἐν γῇ δ᾽ ὅλῃ μί᾽ οὖσα.
σωτηρίας δὲ τέκμαρ,
πίστις μί᾽, εἷς ὁ φύσας,
ἓν κὤνομ᾽ εὐλογητόν.
ἓν βρῶμα πᾶσιν ἁγνόν.
μί᾽ ἐλπίς, ἣν διώκει
πᾶσαν χάριν δυθεῖσα.

εἰ᾽δ᾽ὅμμ᾽ ὕπερφρον ἀνδρῶν
πατουμένην σκοπεῖ νιν,
καὶ σχίσμασιν ῥαγεῖσαν,
δι᾽ αἱρέσεις τ᾽ ἄθυμον.
ὅμως ἀεὶ φυλάσσει,
βοᾷ δ᾽ ” Ἕως ποθ᾽” ὕψι.
ἁγνοῖς δὲ νὺξ ὀδυρμῶν
ἦμαρ χαρᾶς τάχ᾽ ἔσται.

ἀλλ᾽ ἐν μέσῳ κλυδῶνι
πόνων πικρᾶς τε λύπης,
χάριν καραδοκοῦσα
τελεσφόρον προκόπτει.
ἕως ἄνωθεν ὄλβου
βάρος περισσὸν ὀφθῇ.
νίκην τε κανάπαυλαν
Ἐκκλησία φέρηται.

πλὴν καπὶ γῆς ξύνεστι,
Τριὰς μέν, Εἷς Θεὸς δέ,
καὶ τῶν πόνου λυθέντων
κοινωνία γλυκεῖα.
Τρὶς ὄλβιοί τε χαγνοί!
δὃς ταὐτά, Κυρι᾽, ἡμῖν!
πραεῖς τε καὶ ταπεινοί,
Σοὶ ξυμβιῶμεν ὕψι!

—Augustus Montagu Toplady, translated by Allen William Chatfield, Hymnos Nonnullos Recentiorum Auctorum, Variis Metris (Oxford, 1886), pp. 72-75.

Leave a comment

Filed under Uncategorized

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s